提多书:原文与译文

Patrick Fairbairn

第一章

1 Παῦλος δοῦλος Θεοῦ , ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ ʼ εὐσέβειαν 2 ἐπ ʼ ἐλπίδι ζωῆς αἰωνίου , ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων , 3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι , ὃ ἐπιστεύθην ἐγὼ κατ ʼ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ , 4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν. χάρις καὶ εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν . 5 Τούτου χάριν ἀπέλιπόν σε ἐν Κρήτῃ , ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους , ὡς ἐγώ σοι διεταξάμην , 6 εἴ τίς ἐστιν ἀνέγκλητος , μιᾶς γυναικὸς ἀνήρ , τέκνα ἔχων πιστά , μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα . 7 δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον , μὴ αὐθάδη , μὴ ὀργίλον , μὴ πάροινον , μὴ πλήκτην , μὴ αἰσχροκερδῆ , 8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ , 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου , ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν . 10 Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι , ματαιολόγοι καὶ φρεναπάται , μάλιστα οἱ ἐκ τῆς περιτομῆς , 11 οὓς δεῖ ἐπιστομίζειν , οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν . 12 εἶπέν τις ἐξ αὐτῶν ἴδιος αὐτῶν προφήτης , Κρῆτες ἀεὶ ψεῦσται , κακὰ θηρία , γαστέρες ἀργαί . 13 ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής . δι ʼ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως , ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει , 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν . 15 πάντα καθαρὰ τοῖς καθαροῖς · τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν , ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 Θεὸν ὁμολογοῦσιν εἰδέναι , τοῖς δὲ ἔργοις ἀρνοῦνται , βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι .
1 我保罗,是神的仆人,也是耶稣基督的使徒,为要叫神的选民有信心,并全然认识那合乎敬虔的真理;2 怀着永生的盼望,这永生是那不能说谎的神在永世的时期以前所应许的;3 到了他自己所定的时候,借着传扬将他的道显明出来;这传扬的职任是照着我们救主神的命令交托了我的。4 现在写信给提多,就是照着我们共同的信心作[我]真儿子的:愿恩典、平安从父神和我们的救主基督耶稣归与你。5 我为这个缘故把你留在革哩底,是要你将那些尚未完备的事进一步整顿好,又照我所吩咐你的,在各城设立长老:6 若有人无可指责,只作一个妇人的丈夫,儿女是信主的,没有被人告他们放荡或不服约束。7 因为牧者既是神的管家,就必须无可指责;不任性,不轻易发怒,不酗酒滋事,不打人,不贪卑污的利益;8 乃要乐意接待客旅,喜爱良善,谨守,公义,圣洁,自制;9 坚守那合乎所受教训的可信之道,好叫他既能用纯正的道理劝勉人,又能使那些反驳的人知罪。10 因为有许多人不服约束,说虚空的话,欺哄人,那些奉割礼的人尤其如此:11 这些人的口总要堵住;他们为了卑污的利益,败坏人的全家,教导所不当教导的。12 他们中间有一个人,就是他们本地的先知,说:革哩底人常说谎话,乃是恶兽,是懒惰的肚腹。13 这个见证是真的。所以你要严厉地责备他们,使他们在信心上纯全无疵;14 不听从犹太人的荒渺言语和那些离弃真理之人的诫命。15 在洁净的人,凡物都洁净;在污秽不信的人,什么都不洁净,连他们的心思和良心也都污秽了。16 他们自称认识神,行事却背弃[他];他们是可憎恶的,是悖逆的,在各样善事上是经不起检验的。

第二章

1 Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ . 2 πρεσβύτας νηφαλίους εἶναι , σεμνούς , σώφρονας , ὑγιαίνοντας τῇ πίστει , τῇ ἀγάπῃ , τῇ ὑπομονῇ · 3 πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς , μὴ διαβόλους μὴ οἴνῳ πολλῷ δεδουλωμένοις , καλοδιδασκάλους , 4 ἵνα σωφρονίζουσιv τὰς νέας φιλάνδρους εἶναι , φιλοτέκνους 5 σώφρονας, ἁγνὰς, οἰκουργοὺς, ἀγαθάς , ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν , ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται. 6 Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν 7 περὶ πάντα , σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων , ἐν τῇ διδασκαλίᾳ ἀφθορίαν , σεμνότητα , 8 λόγον ὑγιῆ ἀκατάγνωστον , ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ ἡμῶν φαῦλον. 9 Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι , μὴ ἀντιλέγοντας , 10 μὴ νοσφιζομένους , ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν , ἵνα τὴν διδασκαλίαν τὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν . 11 Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις, 12 παιδεύουσα ἡμᾶς , ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι , 13 προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ , 14 ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν , ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον , ζηλωτὴν καλῶν ἔργων . 15 Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς· μηδείς σου περιφρονείτω.
1 但你所讲的,总要与[福音]纯正的教训相称:2 就是要老年男子节制、端庄、自守,在信心、爱心、忍耐上都纯正无亏。3 照样,要老年妇人举止合乎圣洁,不说谗言,不作多酒的奴仆,用善道教导人;4 好叫她们训导少年妇人爱丈夫,爱儿女,5 谨守,贞洁,在家里操作,良善,顺服自己的丈夫,免得神的道被毁谤。6 照样,要劝少年男子心存节制。7 你自己要在凡事上显出善行的榜样;在教导上[显出]不朽坏、端庄,8 言语纯正,无可指摘;为要叫那反对的人,因没有什么恶事可说我们,便自觉羞愧。9 作奴仆的,[要劝他们]顺服自己的主人,凡事讨他喜悦,不顶嘴,10 不私窃,倒要显出十分的忠诚;为要叫他们凡事为我们救主神的道理增添光彩。11 因为神那带着救恩给万人的恩典,已经显明出来;12 管教我们,为要叫我们弃绝不敬虔和世俗的情欲,在这现今的世上自守、公义、敬虔度日;13 等候那有福的盼望,并至大之神、和我们救主耶稣基督之荣耀的显现;14 他为我们舍了自己,为要赎我们脱离一切罪孽,又洁净我们,作他自己特别的子民,热心行善。15 这些事你要讲明,又要劝勉,又要用全权责备人。不可叫人轻看你。

第三章

1 Ὑπομίμνῃσκε αὐτοὺς ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαι , πειθαρχεῖν , πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι , 2 μηδένα βλασφημεῖν , ἀμάχους εἶναι , ἐπιεικεῖς , πᾶσαν ἐνδεικνυμένους πραΰτητα πρὸς πάντας ἀνθρώπους. 3 ἦμεν γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι , ἀπειθεῖς , πλανώμενοι , δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις , ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες , στυγητοί , μισοῦντες ἀλλήλους· 4 ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν Θεοῦ , 5 οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ἃ ἐποιήσαμεν ἡμεῖς ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως πνεύματος ἁγίου , 6 οὗ ἐξέχεεν ἐφ ʼ ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν , 7 ἵνα δικαιωθέντες τῇ ἐκείνου χάριτι κληρονόμοι γενηθῶμεν κατ ʼ ἐλπίδα ζωῆς αἰωνίου. 8 πιστὸς ὁ λόγος, καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι , ἵνα φροντίζωσιν καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες Θεῷ . ταῦτά ἐστιν καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔριν καὶ μάχας νομικὰς περιΐστασο · εἰσὶν γὰρ ἀνωφελεῖς καὶ μάταιοι . 10 αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ , 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος . 12 Ὅταν πέμψω Ἀρτεμᾶν πρὸς σὲ ἢ Τυχικόν , σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν , ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι . 13 Ζηνᾶν τὸν νομικὸν καὶ Ἀπολλῶν σπουδαίως πρόπεμψον , ἵνα μηδὲν αὐτοῖς λείπῃ . 14 μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας , ἵνα μὴ ὦσιν ἄκαρποι . 15 Ἀσπάζονταί σε οἱ μετʼ ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. Ἡ χάρις μετὰ πάντων ὑμῶν.
1 你要提醒他们顺服掌权的、有权柄的,顺从作官的,预备行各样的善事;2 不毁谤人,不争竞,谦和,向众人显出十足的温柔。3 因为我们从前也是无知、悖逆、迷失,服事各样私欲和宴乐,常存恶毒、嫉妒的心,是可恨的,又彼此相恨。4 但到了我们救主神的恩慈和他向人所怀的慈爱显明的时候,5 他便救了我们,并不是因我们所行的义的行为,乃是照他的怜悯,借着重生的洗和[借着]圣灵的更新;6 圣灵就是他借着我们救主耶稣基督丰丰富富浇灌在我们身上的;7 为要叫我们既因他的恩典得称为义,就可以照着永生的盼望成为后嗣。8 这话是可信的;关于这些事,我愿你切切地坚持,使那些已信神的人留心实行善事。这些都是美事,并且于人有益。9 但愚拙的辩论、家谱、纷争,以及因律法而起的争竞,都要远避;因为这都是无益的,是虚妄的。10 分门结党的人,警戒过一两次,就要弃绝他;11 因为知道这等人已经背道,犯了罪,自己定了自己的罪。12 我打发亚提马或是推基古到你那里去的时候,你要赶紧往尼哥波立去见我,因为我已经定意在那里过冬。13 你要热心为律师西纳和亚波罗送行,使他们没有缺乏。14 并且我们的人也当学习为必需之用而实行善事,免得不结果子。15 同我在一处的人都问你安。请代问那些因信心爱我们的人安。愿[神的]恩典常与你们众人同在。
译于 2026-11-10 14:55