提摩太后书:原文与译文

Patrick Fairbairn

第一章

1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ κατ ʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ 2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ . χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν . 3 Χάριν ἔχω τῷ Θεῷ , ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει , ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας , 4 ἐπιποθῶν σε ἰδεῖν , μεμνημένος σου τῶν δακρύων , ἵνα χαρᾶς πληρωθῶ , 5 ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως , ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ , πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6 Δι ʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ , ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου . 7 οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ . 8 μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ , ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ , 9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ , οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν , τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων , 10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ Ἰησοῦ , καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος· 12 δι ʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω · ἀλλ ʼ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν . 13 ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ ʼ ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ · 14 τὴν καλὴν παραθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν . 15 Οἶδας τοῦτο , ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ , ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης . 16 δῴη ἔλεος ὁ κύριος τῷ Ὀνησιφόρου οἴκῳ , ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη , 17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν. 18 δῴη αὐτῷ ὁ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ . καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν , βέλτιον σὺ γινώσκεις .
1 我保罗,奉神旨意,照着在基督耶稣里生命的应许,作基督耶稣的使徒,2 写信给[我]亲爱的孩子提摩太:愿恩典、怜悯、平安从父神和我们的主基督耶稣归与你。3 我感谢神,就是我从祖先以来用清洁的良心所事奉的神;我昼夜在祈祷中怎样不住地记念你,4 渴想见你,记念你的眼泪,好叫我满心快乐;5 又想起[那在]你里面无伪的信心,这信心先住在你祖母罗以和你母亲友尼基心里;我深信也在你里面。6 为此我提醒你,要将神的恩赐挑旺起来,这恩赐是借着我的按手在你里面的。7 因为神赐给我们的,不是胆怯的灵,乃是能力、爱心、规正的灵。8 所以,你不要以我们主的见证为耻,也不要以我这为他被囚的为耻;总要照神的能力与我同受苦难。9 神救了我们,以圣召召我们,不是按我们的行为,乃是按他自己的定意,和在永恒的世代以前于基督耶稣里赐给我们的恩典;10 但如今借着我们救主耶稣基督的显现才表明出来。他一面废除了死,一面将生命和不朽彰显出来;11 我为此被立作宣告者、使徒和外邦人的教师。12 为这缘故,我也受这些苦难;然而我不以为耻,因为我知道我所信靠的是谁,也深信他能保守我所托付的,直到那日。13 你从我听的那纯正话语的规模,要在基督耶稣里的信心和爱心中持有(存守)。14 那美好的托付,你要靠着住在我们里面的圣灵保守。15 你知道,凡在亚细亚的人都离弃了我,其中有腓吉路和黑摩其尼。16 愿主怜悯阿尼色弗一家,因他屡次使我畅快,不以我的锁链为耻;17 反倒(恰恰相反)他到了罗马,更加殷勤地寻找我,并且找着了。18 愿主使他在那日得着主的怜悯。他在以弗所怎样多方服事,你是深知道的。

第二章

1 Σὺ οὖν , τέκνον μου , ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ , 2 καὶ ἃ ἤκουσας παρ ʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων , ταῦτα παράθου πιστοῖς ἀνθρώποις , οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι . 3 συγκακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ Ἰησοῦ . 4 οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις , ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ . 5 ἐὰν δὲ καὶ ἀθλῇ τις , οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ . 6 τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν . 7 νόει ὃ λέγω· δώσει γάρ σοι ὁ κύριος σύνεσιν ἐν πᾶσιν. 8 Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9 ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος, ἀλλὰ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. 10 διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11 Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12 εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13 εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται. 14 Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ θεοῦ μὴ λογομαχεῖν , ἐπ ʼ οὐδὲν χρήσιμον , ἐπὶ καταστροφῇ τῶν ἀκουόντων . 15 σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ Θεῷ , ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο· ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17 καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει. ὧν ἐστιν Ὑμέναιος καὶ Φίλητος, 18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες [τὴν] ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19 ὁ μέντοι στερεὸς θεμέλιος τοῦ θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην· Ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ, καί· ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα κυρίου. 20 ἐν μεγάλῃ δὲ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ , ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν· 21 ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον, εὔχρηστον τῷ δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν ἀγάπην, εἰρήνην μετὰ τῶν ἐπικαλουμένων τὸν κύριον ἐκ καθαρᾶς καρδίας. 23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσιν μάχας· 24 δοῦλον δὲ κυρίου οὐ δεῖ μάχεσθαι ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26 καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπʼ αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.
1 所以,我儿啊,你要在基督耶稣里的恩典上刚强起来。2 你在许多见证人面前从我所听见的,要交托给忠心的人,就是能教导别人的。3 你要与我同受苦难,好像耶稣基督的精兵。4 凡当兵的,没有一个让自己被生活的事务缠累,为要叫那召他当兵的人喜悦。5 再者,人若在竞技场上角逐,非按规矩角逐,就不能得冠冕。6 劳苦的农夫理当先分享果实。7 你要领会我所说的;因为主必在凡事上赐你辨别的能力。8 你要记念耶稣基督,他是从死里复活的,是大卫的后裔,正合乎我的福音;9 我为这福音受苦难,以至于被捆锁,像犯人一样;然而神的道却不被捆锁。10 所以我为选民的缘故忍受一切,为要叫他们也得着在基督耶稣里的救恩,并永远的荣耀。11 这话是可信的:我们若与他同死,也必与他同活;12 我们若忍耐,也必与他一同作王;我们若不认他,他也必不认我们;13 我们若不信,他仍是信实的:他不能否认自己。14 你要使他们记起这些事,在神面前郑重嘱咐他们,不可在言语上争辩;这是毫无益处的,只叫听见的人倾覆。15 你当竭力将自己呈献在神面前,经得起考验,作无愧的工人,按正理分解真理的道。16 但要躲避世俗的空谈,因为他们必越发进到不敬虔的地步。17 他们的话如同坏疽,必蔓延侵蚀;其中有许米乃和腓理徒;18 他们在真理上偏离了,说复活的事已经过去,并且倾覆一些人的信心。19 然而神坚固的根基仍然立住,上面有这印记:「主认识那些属他的人。」又说:凡称呼主名的人,总要离开不义。20 但在大户人家,不但有金器银器,也有木器瓦器;有的作为贵重的,有的作为卑贱的。21 所以,人若自洁,脱离这些,就必作贵重的器皿,成为圣洁,合乎主人使用,预备行各样的善事。22 你要逃避少年的私欲,却要同那些清心呼求主的人,追求公义、信心、爱、和平。23 但那愚拙无知的辩论,总要躲避,因为知道这等事是生出争竞的。24 但主的仆人不可争竞,总要待众人温和,善于教导,忍受冤屈;25 用温柔纠正那些自相抵挡的人,或者神给他们悔改的心,使他们得以充分认识真理;26 并使他们脱离魔鬼的网罗,回复清醒;他们既已被他掳获,就照着那一位(神)的旨意。

第三章

1 Τοῦτο δὲ γίνωσκε , ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. 2 ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι , γονεῦσιν ἀπειθεῖς , ἀχάριστοι, ἀνόσιοι, 3 ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4 προδόται, προπετεῖς, τετυφωμένοι , φιλήδονοι μᾶλλον ἢ φιλόθεοι , 5 ἔχοντες μόρφωσιν εὐσεβείας τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι · καὶ τούτους ἀποτρέπου . 6 ἐκ τούτων γάρ εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας καὶ αἰχμαλωτίζοντες γυναικάρια σεσωρευμένα ἁμαρτίαις , ἀγόμενα ἐπιθυμίαις ποικίλαις , 7 πάντοτε μανθάνοντα καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα . 8 ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ , οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ , ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν , ἀδόκιμοι περὶ τὴν πίστιν . 9 ἀλλ ʼ οὐ προκόψουσιν ἐπὶ πλεῖον · ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν , ὡς καὶ ἡ ἐκείνων ἐγένετο . 10 Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ , τῇ ἀγωγῇ , τῇ προθέσει , τῇ πίστει , τῇ μακροθυμίᾳ , τῇ ἀγάπῃ , τῇ ὑπομονῇ , 11 τοῖς διωγμοῖς , τοῖς παθήμασιν , οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ , ἐν Ἰκονίῳ , ἐν Λύστροις· οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐρρύσατο ὁ κύριος . 12 καὶ πάντες δὲ οἱ θέλοντες εὐσεβῶς ζῆν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. 13 Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι . 14 σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης , εἰδὼς παρὰ τίνων ἔμαθες , 15 καὶ ὅτι ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν Χριστῷ Ἰησοῦ . 16 πᾶσα γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν , πρὸς ἐλεγμόν , πρὸς ἐπανόρθωσιν , πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ , 17 ἵνα ἄρτιος ᾖ ὁ τοῦ Θεοῦ ἄνθρωπος , πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος .
1 然而你要知道,末后的日子必有艰难的时候来到:2 因为那时人要自私、贪财、自夸、狂傲、好论断人、违背父母、忘恩负义、不圣洁、3 无亲情、不肯和解、好控告人、不能自制、凶暴、恨恶良善、4 卖主卖友、鲁莽妄为、自高自大、爱宴乐过于爱神;5 有敬虔的外貌,却否认敬虔的能力。这等人你要躲开。6 那些潜入人家、掳去愚昧妇女的,正是这等人;这些妇女担着罪恶,被各样的私欲牵引,7 常常学习,却始终不能完全认识真理。8 雅尼和佯庇怎样敌挡摩西,这些人也照样敌挡真理:他们心地败坏,在信心上是被弃绝的。9 然而他们不能再有进展;因为他们的愚昧必在众人面前显露出来,正如那二人的愚昧也曾显露一样。10 但你已紧紧跟从了我的教导、我的品行、我的志向、我的信心、我的恒忍、我的爱心、我的忍耐,11 以及我所受的逼迫、所遭的苦难,就是我在安提阿、以哥念、路司得所遇见的;我所忍受的,正是这样的逼迫:但从这一切当中,主都把我救了出来。12 不但如此,凡立志在基督耶稣里敬虔度日的,都要受逼迫。13 只是作恶的和迷惑人的,必越来越恶,他们欺哄人,也被人欺哄。14 但你要在所学习、所确信的事上持守不变,因为你知道是跟谁学的;15 也知道你从幼小就明白圣经,这圣经能借着在基督耶稣里的信心,使你有得救的智慧。16 每一处圣经[都]是神所默示的,[都]有益于教导、督责、使人归正、在义上的管教;17 好叫属神的人得以完全,充分预备行各样的善事。

第四章

1 Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς , καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ , 2 κήρυξον τὸν λόγον , ἐπίστηθι εὐκαίρως ἀκαίρως , ἔλεγξον , ἐπιτίμησον , παρακάλεσον , ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ . 3 ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους κνηθόμενοι τὴν ἀκοὴν, 4 καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν , ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται . 5 σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον. 6 Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. 7 τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· 8 λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ , ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ . 9 Σπούδασον ἐλθεῖν πρός με ταχέως. 10 Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλλίαν, Τίτος εἰς Δαλματίαν· 11 Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ · ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12 Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13 τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ , ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14 Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ . 15 ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις. 16 Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· 17 ὁ δὲ κύριός μοι παρέστη καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18 ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 19 Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον. 20 Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21 σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λίνος καὶ Κλαυδία καὶ οἱ ἀδελφοὶ πάντες. 22 Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθʼ ὑμῶν.
1 我在神面前,并在那将要审判活人死人的基督耶稣面前,又凭着他的显现和他的国,郑重地嘱咐你:2 务要传道;无论得时不得时,总要专心;以百般的忍耐和教导,责备人、劝勉人、警戒人。3 因为必有一个时候,人不能容受那健全的教训,反倒随从自己的私欲,耳朵发痒,就为自己积聚师傅;4 并且转耳不听真理,偏向荒渺的故事。5 你却要凡事警醒,忍受苦难,做传福音者的工夫,完全尽你的职事。6 因为我如今已在被献上,我离世的时候到了。7 那美好的仗我已经打过了,那当跑的路我已经跑尽了,那信心我已经守住了。8 从此以后,有公义的冠冕为我存留,就是主——那公义的审判者——到那日要赐给我的;不但赐给我,也赐给凡爱慕他显现的人。9 你要尽力快到我这里来;10 因为底马贪爱现今的世界,就离弃我,往帖撒罗尼迦去了;革勒士往高卢(Gaul)去,提多往挞马太去。11 独有路加在我这里。你要接马可,带他同来,因为他在服事上于我有益处。12 至于推基古,我已打发他往以弗所去了。13 我在特罗亚留在加布那里的外衣,你来的时候要带来;那些书也要带来,更要紧的是那些皮卷。14 铜匠亚历山大多多地害我。主必照他所行的报应他。15 你也要防备他,因为他极力抵挡了我们的话。16 我初次申诉的时候,没有一人出来同我站在一起,众人都离弃了我。愿这罪不归于他们。17 惟有主站在我旁边,加给我力量,为要藉着我使[福音的]宣讲得以完全成就,叫外邦人都听见;他也救我脱离了狮子的口。18 主必救我脱离各样的恶事,保守我进他天上的国。愿荣耀归给他,直到永永远远。阿们。19 问百基拉和亚居拉,并阿尼色弗一家的安。20 以拉都留在哥林多;特罗非摩病了,我就留他在米利都。21 你要尽力在冬天以前到我这里来。友布罗、布田、利奴、革老底亚和众弟兄都问你安。22 愿主与你的灵同在;愿恩典与你们同在。
译于 2026-11-10 14:47