第一章
1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ ʼ ἐπιταγὴν Θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν 2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει , χάρις ἔλεος εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν . 3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν , ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν 4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις , αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν Θεοῦ τὴν ἐν πίστει . 5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου , 6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν 7 θέλοντες εἶναι νομοδιδάσκαλοι , μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται . 8 οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος , ἐάν τις αὐτῷ νομίμως χρῆται , 9 εἰδὼς τοῦτο , ὅτι δικαίῳ νόμος οὐ κεῖται , ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις , ἀσεβέσι καὶ ἁμαρτωλοῖς , ἀνοσίοις καὶ βεβήλοις , πατρολῴαις καὶ μητρολῴαις , ἀνδροφόνοις 10 πόρνοις ἀρσενοκοίταις ἀνδραποδισταῖς ψεύσταις ἐπιόρκοις , καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται 11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου Θεοῦ , ὃ ἐπιστεύθην ἐγώ . 12 χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν , ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν 13 τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν , ἀλλὰ ἠλεήθην , ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ · 14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ. 15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. 16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπʼ αὐτῷ εἰς ζωὴν αἰώνιον. 17 τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ Θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. 18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν 19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν, 20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ σατανᾷ , ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.
1 我保罗,基督耶稣的使徒,是照着神我们救主和基督耶稣我们盼望的命令;2 写信给在信心上作[我]真儿子的提摩太:愿恩典、怜悯、平安从父神和我们的主基督耶稣临到你。3 我往马其顿去的时候,曾求你仍住在以弗所,[我现在也照样求你,]好嘱咐某些人不可传别的教义;4 也不可听从荒渺的故事和无穷的家谱,因为这些事所助长的是争论,而不是那在信心里的神的经纶。5 但这命令的目的是爱,这爱是出于清洁的心、良善的良心和无伪的信心:6 有些人偏离了这些,就转向虚谈;7 他们想要作律法的教师,却既不明白自己所讲的是什么,也不明白自己所断言的是关乎什么。8 我们固然知道,律法原是好的,只要人用得合乎律法;9 因为知道这一点:律法不是为义人设立的,乃是为不法的和不服约束的、不敬虔的和犯罪的、不圣洁的和亵渎的、打父亲的和打母亲的、杀人的,10 行淫的、亲男色的、拐带人口的、说谎的、起假誓的,以及其他不论什么与纯正的教训相悖的事而设立的;11 这是照着可称颂之神荣耀的福音,就是交托给我的那福音。12 我感谢那加给我力量的我们的主基督耶稣,因他算我是忠心的,派我担任[这职事的]服侍;13 虽然我从前是亵渎的、逼迫人的、狂暴的;然而我蒙了怜悯,因为我是在不信之中、出于无知而作的。14 但我们主的恩典格外丰盛,连同那在基督耶稣里的信心和爱一并赐下。15 这话是可信的,配得完全接纳:基督耶稣降世,为要拯救罪人,在罪人中我是罪魁。16 然而我蒙了怜悯,正是为此,好叫耶稣基督首先在我身上显明他一切的恒久忍耐,给那些将要信他得永生的人作榜样。1 7 但愿尊贵、荣耀归与万世的君王,那不朽坏、不能看见、独一的神,直到世世代代(或作:直到永永远远)。阿们。18 孩子提摩太,我将这命令交托你,是照着先前指着你的预言,好叫你凭着这些预言打那美好的仗;19 常存信心和良善的良心;有些人将良心推开了,就在信心上如同船破了一般:20 其中有许米乃和亚历山大,我已经把他们交给撒但,好叫他们学会不再亵渎。
第二章
1 Παρακαλῶ οὖν πρῶτον πάντων ποιεῖσθαι δεήσεις προσευχὰς ἐντεύξεις εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, 2 ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. 3 τοῦτο καλὸν καὶ ἀπόδεκτον ἐνώπιον τοῦ σωτῆρος ἡμῶν Θεοῦ , 4 ὃς πάντας ἀνθρώπους θέλει σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. 5 εἷς γὰρ Θεός, εἷς καὶ μεσίτης Θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, 6 ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ὑπὲρ πάντων, τὸ μαρτύριον καιροῖς ἰδίοις. 7 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος, ἀλήθειαν λέγω οὐ ψεύδομαι, διδάσκαλος ἐθνῶν ἐν πίστει καὶ ἀληθείᾳ . 8 Βούλομαι οὖν προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ · 9 ὡσαύτως καὶ γυναῖκας ἐν καταστολῇ κοσμίῳ μετὰ αἰδοῦς καὶ σωφροσύνης κοσμεῖν ἑαυτάς, μὴ ἐν πλέγμασιν καὶ χρυσίῳ ἢ μαργαρίταις ἢ ἱματισμῷ πολυτελεῖ , 10 ἀλλʼ ὃ πρέπει γυναιξὶν ἐπαγγελλομέναις θεοσέβειαν, διʼ ἔργων ἀγαθῶν. 11 Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ · 12 διδάσκειν δὲ γυναικὶ οὐκ ἐπιτρέπω οὐδὲ αὐθεντεῖν ἀνδρός , ἀλλ ʼ εἶναι ἐν ἡσυχίᾳ . 13 Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη , εἶτα Εὕα . 14 καὶ Ἀδὰμ οὐκ ἠπατήθη , ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν, 1 5 σωθήσεται δὲ διὰ τῆς τεκνογονίας , ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης ·
1 所以,我劝你,第一要为万人献上祈求、祷告、代求、感谢;2 为君王和一切在位的人,好叫我们在一切敬虔和庄重上,过平静安稳的日子。3 因为这是好的,在我们的救主神面前是可蒙悦纳的;4 他愿意万人得救,并且完全认识真理。5 因为神只有一位,在神和人中间也只有一位中保,乃是[一位]人基督耶稣;6 他舍了自己作万人的赎价,这是要在其本有的时期显明的见证。7 我为此被立作传道者、作使徒(我说的是真话,并不是谎言),在信心和真理上作外邦人的教师。8 所以,我愿男人在各处祷告,举起圣洁的手,不发怒,也不疑惑。9 又愿女人以端正的衣着妆饰自己,存羞怯、自守的心;不以编发、金子、珍珠或贵价的衣裳为妆饰;10 而是借着善行,这才与自称敬虔的女人相宜。11 女人要沉静学道,一味顺服。12 我不许女人讲道,也不许她辖管男人,只要沉静。13 因为先造的是亚当,后造的是夏娃。14 且不是亚当被引诱,乃是女人全然被引诱,陷在过犯里。15 然而她必借着那生产得救,只要她们常存信心、爱心,又圣洁自守。
第三章
1 Πιστὸς ὁ λόγος · εἴ τις ἐπισκοπῆς ὀρέγεται , καλοῦ ἔργου ἐπιθυμεῖ . 2 δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι , μιᾶς γυναικὸς ἄνδρα , νηφάλιον σώφρονα κόσμιον φιλόξενον διδακτικόν , 3 μὴ πάροινον μὴ πλήκτην, ἀλλὰ ἐπιεικῆ ἄμαχον ἀφιλάργυρον, 4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ, μετὰ πάσης σεμνότητος 5 εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; 6 μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. 7 δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. 8 Διακόνους ὡσαύτως σεμνούς , μὴ διλόγους , μὴ οἴνῳ πολλῷ προσέχοντας , μὴ αἰσχροκερ??Deuteronomy , 9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει . 10 καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες. 11 γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλίους, πιστὰς ἐν πᾶσιν. 12 διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων. 13 οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ . 14 Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχιον· 15 ἐὰν δὲ βραδύνω , ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι , ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος , στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας . 16 καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον· ὃς ἐφανερώθη ἐν σαρκί , ἐδικαιώθη ἐν πνεύματι , ὤφθη ἀγγέλοις , ἐκηρύχθη ἐν ἔθνεσιν , ἐπιστεύθη ἐν κόσμῳ , ἀνελήμφθη ἐν δόξῃ .
1 这话是可信的:人若想得牧者的职分,就是羡慕一件美好的工作。2 所以,作牧者的必须无可指责,只作一个妇人的丈夫,节制,自守,端正,乐意接待客旅,善于教导;3 不好争吵,不打人,只要温和,与人和睦,不贪爱钱财;4 好好管理自己的家,使儿女凡事庄重地顺服。5 人若不知道管理自己的家,怎能照管神的教会呢?6 初入教的不可作,恐怕他被自负冲昏了头,就落在魔鬼所受的审判里。7 他还必须在外人中有好见证,恐怕他被人毁谤,落在魔鬼的网罗里。8 照样,执事也[应当]庄重,不一口两舌,不沉溺于酒,不贪不义之财;9 存清洁的良心,持守信心的奥秘。10 这些人也要先受试验,若没有可指责的,然后叫他们作执事。11 女人也是如此,[理当]庄重,不说谗言,有节制,凡事忠心。12 执事要作一个妇人的丈夫,好好管理儿女和自己的家。13 因为善作执事职分的,就为自己得着美好的地步,并且在基督耶稣里的信心上大有胆量。14 我写这些事给你,盼望快到你那里去。15 但我若耽延,[写这些]是要叫你知道在神的家中当怎样行;这家就是永生神的教会,是真理的柱石和根基。16 并且公认,敬虔的奥秘是大的:就是那位在肉身显现,在灵里称义,被天使看见,被传于外邦,在世上被人信服,被接在荣耀里的。
第四章
1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων, 2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν. 4 ὅτι πᾶν κτίσμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον· 5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως. 6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ , ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας · 7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ . γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν. 8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης . 9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος . 10 εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα , ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι , ὅς ἐστιν σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν . 11 Παράγγελλε ταῦτα καὶ δίδασκε . 12 μηδείς σου τῆς νεότητος καταφρονείτω , ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ , ἐν ἀναστροφῇ , ἐν ἀγάπῃ , ἐν πίστει , ἐν ἁγνείᾳ . 13 ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει , τῇ παρακλήσει , τῇ διδασκαλίᾳ . 14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος , ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου. 15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν. 16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ , ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
1 但圣灵明说,在后来的时候,必有人离弃信心,听从引诱人的邪灵和鬼魔的教训;2 这是因说谎之人的假冒为善,他们的良心已被烙伤,留下了疤痕;3 他们禁止嫁娶,又[吩咐人]戒食某些食物;其实这些食物是神造出来,叫信的人,也就是充分认识真理的人,存着感谢的心领受的。4 因为凡神所造的都是好的,只要存着感谢的心领受,就没有一样可弃的;5 因为都借着神的道和祈祷成为圣洁了。6 你若将这些事陈明在弟兄面前,便是基督耶稣的好执事,在信心的言语和你所殷勤追随的美好教训上,不断得着滋养。7 但那世俗的、老妇式的荒唐传说,你要弃绝;倒要操练自己,以达于敬虔。8 因为操练身体,益处甚少;惟独敬虔,凡事都有益处,因为有今生和来生的应许。9 这话是可信的,十分值得领受。10 我们劳苦竭力,正是为此[缘故],因为我们的指望在乎永生的神;他是万人的救主,更是信之人的救主。11 这些事你要嘱咐人,也要教导人。12 不可叫人小看你年轻;总要在言语、行为、爱心、信心、清洁上,作信徒的榜样。13 直到我来,你要专心宣读、劝勉、教导。14 不要忽略你里面的恩赐,这恩赐是借着预言、在长老团按手的时候赐给你的。15 这些事你要留心思念,并要以此为本分,使众人看出你的长进来。16 你要谨慎自己和自己的教导,在这些事上要恒心;因为这样行,既能救自己,又能救听你的人。
第五章
1 Πρεσβυτέρῳ μὴ ἐπιπλήξῃς ἀλλὰ παρακάλει ὡς πατέρα , νεωτέρους ὡς ἀδελφούς , 2 πρεσβυτέρας ὡς μητέρας , νεωτέρας ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ . 3 Χήρας τίμα τὰς ὄντως χήρας. 4 εἰ δέ τις χήρα τέκνα ἢ ἔκγονα ἔχει, μανθανέτωσαν πρῶτον τὸν ἴδιον οἶκον εὐσεβεῖν καὶ ἀμοιβὰς ἀποδιδόναι τοῖς προγόνοις· τοῦτο γάρ ἐστιν ἀπόδεκτον ἐνώπιον τοῦ Θεοῦ . 5 ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ Θεὸν καὶ προσμένει ταῖς δεήσεσιν καὶ ταῖς προσευχαῖς νυκτὸς καὶ ἡμέρας· 6 ἡ δὲ σπαταλῶσα ζῶσα τέθνηκεν. 7 καὶ ταῦτα παράγγελλε ἵνα ἀνεπίλημπτοι ὦσιν. 8 εἰ δέ τις τῶν ἰδίων καὶ μάλιστα οἰκείων οὐ προνοεῖται, τὴν πίστιν ἤρνηται καὶ ἔστιν ἀπίστου χείρων. 9 Χήρα καταλεγέσθω μὴ ἔλαττον ἐτῶν ἑξήκοντα γεγονυῖα , ἑνὸς ἀνδρὸς γυνή , 10 ἐν ἔργοις καλοῖς μαρτυρουμένη , εἰ ἐτεκνοτρόφησεν , εἰ ἐξενοδόχησεν , εἰ ἁγίων πόδας ἔνιψεν , εἰ θλιβομένοις ἐπήρκεσεν , εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν . 11 νεωτέρας δὲ χήρας παραιτοῦ · ὅταν γὰρ καταστρηνιάσωσιν τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν 12 ἔχουσαι κρίμα ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν· 13 ἅμα δὲ καὶ ἀργαὶ μανθάνουσιν περιερχόμεναι τὰς οἰκίας, οὐ μόνον δὲ ἀργαὶ ἀλλὰ καὶ φλύαροι καὶ περίεργοι, λαλοῦσαι τὰ μὴ δέοντα. 14 βούλομαι οὖν νεωτέρας γαμεῖν, τεκνογονεῖν, οἰκοδεσποτεῖν, μηδεμίαν ἀφορμὴν διδόναι τῷ ἀντικειμένῳ λοιδορίας χάριν· 15 ἤδη γάρ τινες ἐξετράπησαν ὀπίσω τοῦ σατανᾶ. 16 εἴ τις πιστὴ ἔχει χήρας, ἐπαρκείτω αὐταῖς καὶ μὴ βαρείσθω ἡ ἐκκλησία, ἵνα ταῖς ὄντως χήραις ἐπαρκέσῃ . 17 Οἱ καλῶς προεστῶτες πρεσβύτεροι διπλῆς τιμῆς ἀξιούσθωσαν , μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ . 18 λέγει γὰρ ἡ γραφή, βοῦν ἀλοῶντα οὐ φιμώσεις , καί ἄξιος ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ . 19 κατὰ πρεσβυτέρου κατηγορίαν μὴ παραδέχου , ἐκτὸς εἰ μὴ ἐπὶ δύο ἢ τριῶν μαρτύρων. 20 Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε , ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν . 21 Διαμαρτύρομαι ἐνώπιον τοῦ Θεοῦ καὶ Χριστοῦ Ἰησοῦ καὶ τῶν ἐκλεκτῶν ἀγγέλων ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος , μηδὲν ποιῶν κατὰ πρόσκλισιν . 22 Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. σεαυτὸν ἁγνὸν τήρει. 23 μηκέτι ὑδροπότει , ἀλλὰ οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχον καὶ τὰς πυκνάς σου ἀσθενείας . 24 Τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν προάγουσαι εἰς κρίσιν , τισὶν δὲ καὶ ἐπακολουθοῦσιν · 25 ὡσαύτως καὶ τὰ ἔργα τὰ καλὰ πρόδηλα , καὶ τὰ ἄλλως ἔχοντα κρυβῆναι οὐ δύνανται .
1 不要斥责年老的人,却要劝他如同父亲;劝年轻的男子如同弟兄;2 劝年老的妇人如同母亲;劝年轻的妇人如同姊妹,总要十分清洁。3 要尊敬那真为寡妇的寡妇。4 然而,寡妇若有儿女或孙子孙女,就叫他们先在自己家中学着行孝,报答亲恩,因为这在神面前是可蒙悦纳的。5 但那真为寡妇、孤苦无依的,已把盼望寄托于神,昼夜恒常祈求祷告。6 但那奢华宴乐的,活着也是死的。7 这些事你要吩咐,好叫她们无可指摘。8 人若不供养自己的亲属,尤其是自己家里的人,就是背弃了信心,比不信的人还不好。9 寡妇登记入册,须年纪不少于六十岁,作过一个丈夫的妻子;10 在善行上有好名声:或是养育过儿女,或是接待过客旅,或是洗过圣徒的脚,或是救济过遭难的人,或是追求过各样善事。11 至于年轻的寡妇,要推辞不收;因为她们一旦放纵情欲、背离基督,就想要嫁人;12 她们自取定罪,因为废弃了起初的信心。13 况且她们又学会了懒惰,挨家闲游;不但懒惰,又说长道短,好管闲事,说些不该说的话。14 所以我愿意年轻的[寡妇]嫁人,生养儿女,治理家务,不给敌人辱骂的把柄。15 因为已经有些人转去随从撒但了。16 信主的妇人若有寡妇,就当供给她们,不可累着教会,好使教会能救济那真为寡妇的。17 那善于治理的长老,当以为配受加倍的敬奉,那在道和教导上劳苦的,更当如此。18 因为经上说:牛在踹[谷]的时候,不可笼住它的嘴;又说:工人得工价是应当的。19 控告长老的呈子,非有两三个见证人,就不要收。20 犯罪的人,要当着众人责备,好叫其余的人也有所惧怕。21 我在神和基督耶稣并蒙拣选的天使面前郑重嘱咐你:要遵守这些事,不可存先入之见,行事不可偏私。22 不可急急地给人按手,也不要在别人的罪上有分。23 不要再只喝水,为你的胃和你屡次的病,可以稍微用点酒。24 有些人的罪是显而易见的,先到审判那里;有些人的罪,却是随后跟了去的。25 同样,那些善的行为也是显明的;至于不是这样的,也不能隐藏。
第六章
1 Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι , τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους ἡγείσθωσαν , ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ καὶ ἡ διδασκαλία βλασφημῆται . 2 οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτωσαν , ὅτι ἀδελφοί εἰσιν , ἀλλὰ μᾶλλον δουλευέτωσαν , ὅτι πιστοί εἰσιν καὶ ἀγαπητοὶ οἱ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι . Ταῦτα δίδασκε καὶ παρακάλει . 3 εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσιν λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ ʼ εὐσέβειαν διδασκαλίᾳ , 4 τετύφωται , μηδὲν ἐπιστάμενος , ἀλλὰ νοσῶν περὶ ζητήσεις καὶ λογομαχίας , ἐξ ὧν γίνεται φθόνος, ἔρις, βλασφημίαι , ὑπόνοιαι πονηραί , 5 διαπαρατριβαὶ διεφθαρμένων ἀνθρώπων τὸν νοῦν καὶ ἀπεστερημένων τῆς ἀληθείας , νομιζόντων πορισμὸν εἶναι τὴν εὐσέβειαν . 6 ἔστιν δὲ πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ αὐταρκείας. 7 οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον , ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα · 8 ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα , τούτοις ἀρκεσθησόμεθα . 9 οἱ δὲ βουλόμενοι πλουτεῖν ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς , αἵτινες βυθίζουσιν τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ ἀπώλειαν . 10 ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία , ἧς τινες ὀρεγόμενοι ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς . 11 Σὺ δέ , ὦ ἄνθρωπε Θεοῦ , ταῦτα φεῦγε · δίωκε δὲ δικαιοσύνην εὐσέβειαν πίστιν , ἀγάπην, ὑπομονὴν πραϋπαθίαν . 12 ἀγωνίζου τὸν καλὸν ἀγῶνα τῆς πίστεως , ἐπιλαβοῦ τῆς αἰωνίου ζωῆς , εἰς ἣν ἐκλήθης καὶ ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον πολλῶν μαρτύρων . 13 παραγγέλλω ἐνώπιον τοῦ Θεοῦ τοῦ ζῳογονοῦντος τὰ πάντα καὶ Χριστοῦ Ἰησοῦ τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου τὴν καλὴν ὁμολογίαν , 14 τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον ἀνεπίλημπτον μέχρι τῆς ἐπιφανείας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ , 15 ἣν καιροῖς ἰδίοις δείξει ὁ μακάριος καὶ μόνος δυνάστης , ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων , 16 ὁ μόνος ἔχων ἀθανασίαν , φῶς οἰκῶν ἀπρόσιτον , ὃν εἶδεν οὐδεὶς ἀνθρώπων οὐδὲ ἰδεῖν δύναται · ᾧ τιμὴ καὶ κράτος αἰώνιον , ἀμήν . 17 Τοῖς πλουσίοις ἐν τῷ νῦν αἰῶνι παράγγελλε μὴ ὑψηλὰ φρονεῖν, μηδὲ ἠλπικέναι ἐπὶ πλούτου ἀδηλότητι ἀλλ ʼ ἐπὶ Θεῷ τῷ παρέχοντι ἡμῖν πάντα πλουσίως εἰς ἀπόλαυσιν , 18 ἀγαθοεργεῖν , πλουτεῖν ἐν ἔργοις καλοῖς , εὐμεταδότους εἶναι , κοινωνικούς , 19 ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον , ἵνα ἐπιλάβωνται τῆς ὄντως ζωῆς . 20 Ὦ Τιμόθεε , τὴν παραθήκην φύλαξον, ἐκτρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντιθέσεις τῆς ψευδωνύμου γνώσεως , 21 ἥν τινες ἐπαγγελλόμενοι περὶ τὴν πίστιν ἠστόχησαν . Ἡ χάρις μεθʼ ὑμῶν.
1 凡在轭下作奴仆的,当以自己的主人为配受十分的尊敬,免得神的名和他的道理被人亵渎。2 至于有信主之主人的,不可因为主人是弟兄就轻看他们,反倒更要服事他们,因为那得益处的,是忠信而蒙爱的人。这些事你要教导,要劝勉。3 若有人传别的道理,不赞同纯正的话,就是我们主耶稣基督的话,也不赞同那合乎敬虔的教训,4 他就是被自高自大所蒙蔽,一无所知,专好问难,争辩言词,从此就生出嫉妒、纷争、毁谤、恶意的猜疑,5 以及那些心地败坏、失丧真理之人的长久争执;他们以为敬虔是得利的门路。6 但敬虔加上知足的心,便是大利。7 因为我们没有带什么到世上来,因为我们也不能带什么去。8 只要有衣有食,我们就当以此为足。9 但那些立意要发财的人,就陷在迷惑里,落在网罗里,又陷在许多无知有害的私欲里,这样的私欲叫人沉在败坏和灭亡中。10 因为贪财是万恶的一个根;有人追求钱财,就迷失而偏离了信心,用许多愁苦把自己刺透了。11 但你这属神的人,要逃避这些事;要追求公义、敬虔、信心、爱心、忍耐、温柔的灵。12 你要坚持为信心而打的那美好争战,持定永生;你正是为此蒙召,也在许多见证人面前作了那美好的认信。13 我在保全万物之生命的神面前,并在向本丢·彼拉多作过那美好认信的基督耶稣面前,嘱咐你:14 要守这命令,毫不玷污,无可指责,直到我们主耶稣基督显现;15 到了他自己所定的时候,必将这显现显明出来;他就是那可称颂、独有权能的、万王之王、万主之主,16 就是那独一不死、住在人不能靠近之光里,是人未曾看见、也是不能看见的;愿尊贵和永远的权能都归给他。阿们。17 你要嘱咐那些在今世富足的人,不要心高气傲,也不要把盼望寄托在无定的钱财上,只要寄托在那厚赐百物给我们享受的神;18 又要嘱咐他们行善,在美好的事上富足,乐意分施,甘心与人共享;19 为自己积存美好的根基,以备将来,好叫他们持定那真正的生命。20 提摩太啊,要保守所托付的,躲避那世俗的空谈,和那冒称为知识的反驳之论;21 有人自称有这知识,就在信心上偏离了正路。愿恩典与你同在。